Βυζαντιακαί μελέται … Β.Α.Μυστακίδου
Μετὰ πενταετῆ ἀπηνῆ πόλεμον, πόλεμον πρωτοφανῆ οὐ μόνον ἐν ταῖς ἐξιχνιασμέναις τῆς Ἱστορίας δέλτοις ἀλλά καὶ ἐν αὐταῖς ταῖς ἀνεξιχνιάστοις τοῦ θείου βουλαῖς, πόλεμον παγκόσμιον, καθ’ ὅν ἡ ἁμαρτία πάση μηχανῆ παρρησίας καὶ εὐχερείας ἀξιωθεῖσα ἐπὶ τὸ ἄπειρον ἐφέρετο καὶ ἐπὶ τὸ βιαιότερον ἐτρέπετο, ὁδὲ κόσμος ὅλος διὰ πυρὸς καὶ σιδήρου καὶ μαύρης πείνης διηλαύνετο, ἰδοὺ ἱστάμεθα καὶ δὴ νῦν ὄρθιοι καλῶς, ὅτε ἡ τῆς Εἰρήνης ἐπεφάνη ροδοδάκτυλος ἠώς.